ῼΔΗ ΕΙΣ ΤΗΝ ΕΟΡΤΗΝ ΤΩΝ ΤΡΙΩΝ ΙΕΡΑΡΧΩΝ
τοῦ Ἡλία Τανταλίδη (Κων/πολις 1818-1876)
Τὴν φαιδρὰν ἑορτὴν τῶν τριῶν
τῆς μεγάλης Τριάδος ποιμένων
ἐκτελοῦντες, φαιδρῶς πρὸς Θεὸν
ἀναπέμπομεν δόξαν καὶ αἶνον.
Μαθηταὶ τῆς αὐτῶν διδαχῆς,
ὥσπερ οὗτοι κ᾿ ἡμεῖς τὴν παιδείαν
ἐζητήσαμε νύμφην ψυχῆς,
νύμφην ἄσπιλον, νύμφην πλουσίαν.
ἀναπέμπομεν δόξαν καὶ αἶνον.
Μαθηταὶ τῆς αὐτῶν διδαχῆς,
ὥσπερ οὗτοι κ᾿ ἡμεῖς τὴν παιδείαν
ἐζητήσαμε νύμφην ψυχῆς,
νύμφην ἄσπιλον, νύμφην πλουσίαν.
Ἐκ τῆς ἄνω ἀπλέτου πηγῆς
τοῦ φωτὸς ἡ παιδεί’ ἀπονάει
κ’ εἰς τὸν σκώληκα τοῦτον τῆς γῆς
τὰ οὐράνια δείκνυσι φάη,
τὸν εὐγνώμον’ αὐτῆς ἐραστὴν
πρὸς ζωὴν ὁδηγεῖ τὴν ἀρίστην,
ἀθεάτων ποιεῖ θεατήν,
μυστηρίων καθίστησι μύστην.
Ἡ παιδεί’ ἀνυψοῖ ταπεινὸν
καὶ πλησίον καθίζ’ ἡγεμόνων,
τὸν ἀνώνυμον αἴρει κλεινὸν
καὶ γεραίρ’ εἰς αἰῶνας αἰώνων,
συνημμένη τῇ θεί’ ἀρετῇ
εὐτρεπίζει ψυχὰς παναμώμους,
Βασιλείους μεγάλους αὐτὴ
Γρηγορίους γεννᾷ Χρυσοστόμους.
καὶ πλησίον καθίζ’ ἡγεμόνων,
τὸν ἀνώνυμον αἴρει κλεινὸν
καὶ γεραίρ’ εἰς αἰῶνας αἰώνων,
συνημμένη τῇ θεί’ ἀρετῇ
εὐτρεπίζει ψυχὰς παναμώμους,
Βασιλείους μεγάλους αὐτὴ
Γρηγορίους γεννᾷ Χρυσοστόμους.
Τῆς παιδείας ἀντέχου θνητὲ
τῶν ζωῶν ἀμφοτέρων κρηπῖδος
καὶ ἀθάνατος ἔσῃ ποτέ,
δεδραγμένος χρηστῆς τῆς ἐλπίδος
τῆς ἀφάτου σοφίας εἰκών,
τὸν οἰκεῖον τηρῶν χαρακτῆρα
τοῖς Ἀγγέλοις ποτὲ συνοικῶν
ἀνυμνήσεις Θεὸν τὸν Σωτῆρα.
τῶν ζωῶν ἀμφοτέρων κρηπῖδος
καὶ ἀθάνατος ἔσῃ ποτέ,
δεδραγμένος χρηστῆς τῆς ἐλπίδος
τῆς ἀφάτου σοφίας εἰκών,
τὸν οἰκεῖον τηρῶν χαρακτῆρα
τοῖς Ἀγγέλοις ποτὲ συνοικῶν
ἀνυμνήσεις Θεὸν τὸν Σωτῆρα.
Ὦ φωστῆρες τοῦ κόσμου τριττοί,
θυηπόλοι τῆς ἄνω λατρείας,
πρυτανεύσατ’ ἐκεῖθεν αὐτοὶ
εἰς ἡμᾶς τοὺς πυρσοὺς τῆς παιδείας·
ἐνισχύσατ’ ἡμᾶς ἐκ Θεοῦ,
ὦ προστάται θερμοὶ τῶν ἀπόρων,
κ’ εὐλογήσατε ζῆλον λαοῦ,
διδασκάλων, ποιμένων, ἐφόρων.
θυηπόλοι τῆς ἄνω λατρείας,
πρυτανεύσατ’ ἐκεῖθεν αὐτοὶ
εἰς ἡμᾶς τοὺς πυρσοὺς τῆς παιδείας·
ἐνισχύσατ’ ἡμᾶς ἐκ Θεοῦ,
ὦ προστάται θερμοὶ τῶν ἀπόρων,
κ’ εὐλογήσατε ζῆλον λαοῦ,
διδασκάλων, ποιμένων, ἐφόρων.
(εἰκόνα τῶν Τριῶν Ἱεραρχῶν ἀπὸ τὸ τέμπλο τοῦ παλαιοῦ Ι.Ν. Ἁγίου Ἀνδρέου Πατρῶν, ἔργο τοῦ Ίωαννικίου Καυσοκαλυβίτου, 1921) |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου